Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  2. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  3. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  4. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  5. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  6. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  7. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  8. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  9. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  10. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  11. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  12. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  13. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  14. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
  15. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  16. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  17. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  18. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  19. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  20. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα