Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  2. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  3. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  4. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  5. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  6. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  7. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  8. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  9. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι