Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  2. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  3. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  4. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  5. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  6. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  7. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  8. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  9. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  10. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  11. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  12. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  13. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  14. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  15. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  16. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  17. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  18. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  19. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  20. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  21. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  22. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  23. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  24. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  25. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  26. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  27. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  28. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
  29. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  30. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  31. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  32. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  33. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  34. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  35. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  36. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  37. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  38. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  39. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  40. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  41. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  42. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  43. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  44. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  45. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  46. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  47. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  48. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  49. ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  50. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  51. ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  52. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  53. πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  54. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  55. ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  56. τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  57. ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  58. εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  59. ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  60. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  61. οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  62. ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  63. εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  64. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·