Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  2. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  3. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  4. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  5. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  6. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  7. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  8. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  9. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  10. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  11. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  12. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  13. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  14. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  15. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  16. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  17. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  18. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  19. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  20. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  21. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  22. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  23. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  24. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  25. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  26. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  27. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  28. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα