Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  • ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  • ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  • ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  • δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  • ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  • ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.