Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  • λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  • ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  • ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.