Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
- οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
- νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
- ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
- ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
- χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
- ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
- Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
- χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
- Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
- κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
- αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
- ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
- δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
- καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
- αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
- Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
- ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
- ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
- Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
- ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·