Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  2. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  3. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  4. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  5. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  6. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  7. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  8. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  9. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  10. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  11. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  12. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  13. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  14. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·