Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  2. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  3. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  4. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  5. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  6. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  7. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.