Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  2. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  3. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  4. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  5. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  6. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  7. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  8. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  9. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  10. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  11. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  12. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  13. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  14. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  15. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  16. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  17. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  18. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην