Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  2. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  3. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  4. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  5. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  6. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  7. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.