Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
  2. Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  3. τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
  4. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  5. σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
  6. κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
  7. βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.