Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  • ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  • δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  • δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  • καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  • χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  • σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.