Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  2. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  3. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  4. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  5. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  6. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  7. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  8. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  9. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  10. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  11. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  12. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,