Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  2. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  3. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  4. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  5. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  6. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  7. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  8. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  9. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.