Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  2. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  3. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  4. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  5. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.