Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  3. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  4. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  5. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  6. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  7. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·