Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  2. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  3. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  4. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  5. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  6. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  8. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  9. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  10. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  11. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  12. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  13. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  14. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  15. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  16. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  17. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  18. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  19. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  20. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  21. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  22. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  23. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  24. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  25. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  26. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  27. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  28. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  29. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  30. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  31. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  32. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  33. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  34. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  35. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  36. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  37. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  38. αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
  39. μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
  40. εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
  41. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  42. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  43. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  44. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  45. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  46. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  47. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  48. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  49. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  50. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  51. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  52. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  53. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  54. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  55. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  56. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  57. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  58. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  59. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  60. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  61. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  62. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  63. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  64. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  65. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  66. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  67. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  68. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  69. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  70. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  71. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  72. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  73. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  74. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  75. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  76. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  77. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  78. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  79. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  80. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  81. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
  82. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
  83. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  84. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  85. ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  86. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  87. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  88. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  89. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  90. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  91. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  92. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  93. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  94. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  95. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  96. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  97. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  98. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  99. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  100. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  101. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  102. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  103. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  104. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  105. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  106. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ