Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  2. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  3. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  4. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  5. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  6. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.