Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  2. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  3. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  4. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  5. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  6. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  7. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.