Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  3. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  4. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  5. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  6. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  7. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  8. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·