Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
  2. σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
  3. ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
  4. μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
  5. Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  6. τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
  7. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  8. σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.