Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  • τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  • καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  • αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  • ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  • Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  • καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.