Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  2. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  3. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  4. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  5. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  6. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  7. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  8. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  9. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  11. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  12. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  13. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  14. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.