Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
- ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
- δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
- ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
- τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
- καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
- αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
- ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
- Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
- καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
- δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
- δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
- ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
- ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
- ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
- δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
- σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
- δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
- μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
- τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
- ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
- δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
- καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
- δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
- μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
- τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
- ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
- δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
- δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·