Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  • ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  • ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  • δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  • ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  • τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  • καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.