Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  2. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  3. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  4. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  5. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  6. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  7. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  8. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  9. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  10. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  11. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  12. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  13. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  14. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  15. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  16. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  17. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  18. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.