Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  2. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  3. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  4. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  5. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  6. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  7. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι