Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  2. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  3. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  4. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  5. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  6. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  7. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  8. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  9. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  10. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  11. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  12. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  13. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,