Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
- Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
- Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
- μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
- οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
- πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
- τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
- ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
- ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
- αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
- ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
- ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
- ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
- δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
- ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.