Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  2. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  3. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  4. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  5. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  6. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  7. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  8. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  9. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  10. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  11. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  12. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  13. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  14. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  15. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  16. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  17. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  18. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  19. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  20. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  21. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  22. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  23. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  24. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  25. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  26. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  27. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  28. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  29. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  30. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  31. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  32. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  33. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  34. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  35. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  36. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  37. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  38. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  39. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  40. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  41. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  42. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  43. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  44. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  45. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  46. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  47. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  48. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  49. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  50. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  51. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  52. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  53. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  54. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  55. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  56. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  57. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  58. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  59. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  60. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  61. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  62. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  63. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  64. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,