Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  2. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  3. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  4. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  5. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  6. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  7. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  8. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  9. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  10. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  11. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  12. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  13. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  14. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  15. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  16. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ