Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  2. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  3. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  4. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  5. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  6. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  7. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  8. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  9. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  10. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  11. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  12. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  13. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  14. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,