Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  2. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  3. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  4. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  5. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  6. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.