Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  2. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  3. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  4. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  5. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  6. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  7. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  8. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·