Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  2. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  3. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  4. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  5. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  6. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  7. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  8. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  9. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  10. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  11. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  12. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  13. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  14. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  15. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  16. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  17. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  18. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  19. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  20. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  21. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  22. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  23. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  24. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  25. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  26. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  27. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  28. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  29. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  30. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.