Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  2. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  3. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  4. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  5. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  6. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  7. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  8. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  9. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  10. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  11. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  12. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  13. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.