Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  2. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  3. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  4. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  5. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  6. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  7. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  8. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  9. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  10. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  11. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  12. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  13. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  14. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  15. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  16. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  17. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  18. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  19. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  20. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  21. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  22. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  23. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  24. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  25. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  26. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  27. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  28. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  29. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  30. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  31. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  32. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  33. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  34. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  35. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  36. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  37. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  38. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  39. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  40. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  41. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  42. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  43. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  44. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  45. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  46. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  47. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  48. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  49. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  50. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  51. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  52. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  53. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  54. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  55. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  56. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  57. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  58. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  59. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  60. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  61. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  62. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  63. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  64. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.