Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  2. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  3. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  4. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  5. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  6. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  7. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  8. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  9. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  10. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  11. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  12. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  13. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  14. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  15. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  16. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  17. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·