Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  2. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  3. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  4. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  5. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  6. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  7. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.