Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  2. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  3. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  4. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  5. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  6. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  7. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  8. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  9. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·