Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  2. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  3. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  4. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  5. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  6. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  7. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  8. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  9. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  10. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  11. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  12. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  13. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  14. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  15. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  16. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  17. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  18. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·