Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
- Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
- δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
- ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
- αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
- οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
- ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
- ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
- ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
- εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
- οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
- καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
- εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
- εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
- ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
- οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
- ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
- Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
- θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
- ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
- ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
- τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
- ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
- ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
- χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
- ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
- εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
- αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
- δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
- ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
- αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
- ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
- οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
- Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
- τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
- τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
- μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
- δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
- πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
- εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
- τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
- Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
- οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
- οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
- ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
- τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
- αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
- ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
- ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
- ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
- ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
- ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
- Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
- Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
- μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
- οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
- πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
- τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
- ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
- ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
- αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
- ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ