πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖανπρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντακρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖταἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοισκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν