Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  2. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  3. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
  4. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  5. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  6. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  7. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  8. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·