Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  2. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  3. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  4. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  5. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  6. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  7. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  8. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  9. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  10. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  11. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  12. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  13. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  14. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  15. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  16. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  17. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.