Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  2. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  3. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  4. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  5. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  6. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  7. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  8. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  9. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·