Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
- ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
- ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
- ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
- οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
- οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
- ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
- τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
- τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
- οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
- καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
- ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
- αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
- Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
- βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
- ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
- σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
- Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
- δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
- ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
- αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
- οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
- ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
- ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
- ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
- εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
- οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
- καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
- εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
- εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
- ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
- οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
- ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
- Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
- θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
- ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
- ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
- τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
- ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
- ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
- χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
- ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
- εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
- αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
- δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
- ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
- αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
- ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
- οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
- Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
- τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
- τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
- μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
- δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
- πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
- εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
- τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
- Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
- οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
- οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
- ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
- τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
- αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
- ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
- ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
- ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
- ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
- ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
- Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
- Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
- μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
- οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
- πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
- τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
- ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
- ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
- αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
- ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
- ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
- ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
- δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
- ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
- ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
- ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
- ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
- δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
- ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
- τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
- καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
- αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
- ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
- Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
- καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
- δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
- δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
- ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
- ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
- ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
- δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
- σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
- δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
- μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
- τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
- ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
- δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
- καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
- δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
- μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
- τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
- ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
- δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
- δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
- ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
- ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
- ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
- δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
- δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
- καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
- χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
- σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
- ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
- ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
- αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
- ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
- γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
- τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
- ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
- ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
- ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
- μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
- εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
- αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν