Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  2. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  3. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  4. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  5. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  6. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  7. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.