Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  2. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  3. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  4. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  5. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·